File(s) not publicly available
E01175: The Greek Martyrdom of *Niketas the Goth (S00711), probably of the late 5th or 6th c., recounts the translation of the relics of a martyr from the Gothic regions beyond the Danube to Mopsuestia (south-east Anatolia) in the late 370s. Probably composed in Mopsuestia.
online resource
posted on 2016-03-05, 00:00 authored by erizosThe Martyrdom of Niketas the Goth (BHG 1339)
Μαρτύριον τοῦ ἁγίου μεγαλομάρτυρος Νικήτα
1. Τῶν ἁγίων μαρτύρων καλὸν μὲν τὴν μνήμην ἐπιτελεῖν, καλὸν δὲ καὶ τὴν εὐσέβειαν μιμεῖσθαι καὶ τὰ ὑπομνήματα γράφειν, οὐχ ἵνα προσθήκην ἢ δόξαν λάβωσιν – τίνα γὰρ ἂν εἰς δόξαν προσθήκην λάβωσιν ὧν ἡ πρᾶξις ἐν ἑαυτῇ τὸ ἔνδοξον ἔχει; – ἀλλ’ ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες καὶ ζηλώσωσιν τὴν ἀρετὴν οἱ ἀκούοντες, ὅσοι πιστοὶ καὶ φιλομάρτυρες τὸν προπύλαιον τοῦτον καὶ σεβάσμιον ναὸν τοῦ ἁγίου μάρτυρος Νικήτα κατέλαβον καὶ τὴν ἐτήσιον αὐτοῦ ταύτην ἐορτὴν σὺν ἡμῖν πανηγυρίζουσιν· ἀλλ’ ἵνα μὴ διὰ τὴν ὁμωνυμίαν λογισμοῖς τινες μετεωρίζωνται, εἰδέναι χρή, ὅτι καὶ ἕτερος Νικήτας ἐν ἀρχαιοτὲροις σὺν τοῖς ἁγίοις ἀποστόλοις καὶ μάρτυσιν τοῦ Χριστοῦ συνηρίθμηται, ἐκ μὲν τῆς πρεσβυτέρας ὁρμώμενος Ῥώμης, συγχρονίσας δὲ Πέτρῳ τῷ προκρίτῳ τὼν ἀποστόλων, ἀδελφὸς δὲ γνήσιος Κλήμεντος γενόμενος, ἐπὶ Κομόδου τοῦ βασιλέως καὶ Φιλίππου ἐπάρχου ἐν Ῥώμῃ μαρτυρήσας τὸν στέφανον τοῦ μαρτυρίου ἐκληρώσατο.
2. Νικήτας τοίνυν ὁ ἅγιος, οὗ τὴν μνήμην ἐνθάδε σήμερον ἑορτάζομεν, βάρβαρος ἢν ἐκ τῶν πέραν τοῦ Ἴστρου ποταμοῦ τοῦ καλουμένου Δανουβίου προσοικούντων Γότθων κατ’ ἐκεῖνο καιροῦ, κἀκεῖθεν χάριτι κυρίου φωστὴρ τῇ Μωψεατῶν ἀνέτειλεν πόλει <καὶ> τῇ Κιλίκων χώρᾳ, ἀρετῇ δὲ βίου καί ἀνδρείᾳ ψυχῆς καὶ τῇ τοῦ γένους ὑπεροχῇ τὰς πρώτας εἶχεν παρὰ τοῖς βαρβάροις τιμάς, ἔχων τὴν είς Χριστὸν ἐλπίδα καὶ διδασκαλίαν ὀρθόδοξον παρὰ Θεοφίλου ἐπισκόπου τῶν Γότθων ὃστις παρών καθυπέγραψεν τῇ ἐν Νικαίᾳ ἁγίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ εὐσεβώς γενομένου μεγάλου βασιλέως.
3. Χρόνου δέ τινος παρῳχηκότος οἱ πέραν τοῦ Ἴστρου βάρβαροι, οἱ καλούμενοι Γότθοι, ἐμφύλιον πρὸς ἑαυτοὺς κινήσαντες πόλεμον εἰς δύο μέρη ἐτμήθησαν ὧν τοῦ ἑνὸς μὲν ἡγεῖτο Φριτιγὲνης τοῦ ἑτέρου δὲ Ἀθανάριχος. Ἐπικρατεστέρου δὲ τοῦ Ἀθαναρίχου φανέντος, Φριτιγὲνης προσφεύγει Ῥωμαίοις καὶ τὴν αὐτῶν κατὰ τοῦ ἀντιπάλου ἐπεκαλεῖται βοήθειαν. Γνωρίζεται οὑν ταῦτα τῷ βασιλεῖ Ῥωμαίων Οὐάλεντι καὶ κελεύει τοὺς ἑνιδρυμένους κατὰ τὴν Θρᾴκην στρατιώτας βοηθεῖν τῷ Φριτιγένῃ καὶ τοῖς μετὰ αὐτοῦ βαρβάροις κατὰ Ἀθαναρίχου καὶ τῶν σὺν αὐτῷ βαρβάρων. Καὶ στρατεύουσιν προηγούμενον ἔχοντες τὸ δεσποτικὸν καὶ τίμιον τοῦ σταυροῦ σημεῖον, καὶ ποιοῦνται νίκην κατὰ Ἀθαναρίχου πέραν τοῦ Ἴστρου τοὺς πολεμίους εἰς φυγήν τρέψαντες.
4. Αὔτη ἡ πρόφασις γέγωνεν χριστιανοὺς γεγονέναι τοὺς πολλοὺς τῶν βαρβάρων. Τότε δὲ καὶ Οὐρφίλας ὁ τῶν Γὸτθων ἐπίσκοπος πρῶτον μὲν ἑπόμενος Θεοφίλῳ ἐπισκόπῳ παρόντι καὶ ὑπογριάφοντι τῇ ἐν Νικαίᾳ συνόδῳ, συνθεμένῳ δὲ καὶ τῇ γενομένῃ ἐν Κωνσταντινουπόλει συνόδῳ γράμματα ἐφεῦρε γοτθικὰ καὶ τὰς θείας γραφὰς εἰς τὴν τῶν Γότθων γλῶσσαν μεταβαλὼν τοὺς λοιποὺς βαρβάρους μανθάνειν τὰ θεῖα λόγια παρεσκεύαζεν. Ἐπεὶ δὲ Οὐρφίλας οὐ μόνον τοὺς ὑπὸ Φριτιγὲνην ἀλλὰ καὶ τοὺς ὑπὸ Ἀθανάριχον ταττομένους βαρβάρους καὶ ἑαυτοὺς τὸν χριστιανισμὸν ἐδίδασκεν ὁ Ἀθανάριχος ὡς παραχαραττομένης τῆς πατρῴας θρησκείας πολλοὺς τῶν χριστιανιζόντων κολαστηρίοις ὑπέβαλεν. Προηγεῖτο δὲ αὐτῶν ὁ ἅγιος Νικήτας.
5. Οἱ πολλοὶ δὲ τῶν βαρβάρων ἁπλῇ τῇ πίστει τὸν χριστιανισιμὸν δεξάμενοι, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐνθάδε ζωῆς κατεφρόνησαν μετὰ τὴν ὑπατείαν Γρατιανοῦ τὸ τρίτον καὶ Ἐκκυτίου, καθάπερ ἐν εκκλησιαστικαῖς ἱστορίαις δηλοῦται. Οἱ δὲ Ἀθαναρίχου τοῦ διαβόλου ὑπηρέται τὴν ὑπὲρ Χριστοῦ πίστιν τε καὶ ἔνστασιν τῶν ἁγίων ὁρῶντες, ὠμοτέρως αὐτοῖς προσηνέχθησαν. Ἐπιλαβόμενοι γὰρ Νικήτα τοῦ ἁγίου μάρτυρος καὶ κατεάξαντες αὐτὸν σύραντές τε καὶ συντρίψαντες εἰς τὸ πῦρ ἔβαλον. Ὁ δὲ ἅγιος μάρτυς ὀρθὸν καὶ ἀκλινῆ πρὸς τὸν Θεὸν τὸν λογισμὸν ἔχων, οὕτως ἐτελειώθη καὶ τοῦ στεφάνου τῆς δικαιοσύνης ἀξιωθεὶς σὺν ἑτέροις πλείστοις βαρβάροις τὴν ἐν οὐρανοῖς πολιτείαν ἐκληρώσατο.
6. Μαριανὸς δέ τις πιστότατος τῆς Μωψουπόλεως ἐπίσημος ὑπάρχων πολίτης προνοίᾳ θείᾳ τὸ κατ’ ἐκεῖνο καιροῦ ἐν τοῖς τόποις ἐκείνοις διάγων, φίλος γέγονεν τοῦ ἁγίου μάρτυρος Νικήτα διὰ τὴν εἰς Χριστὸν πίστιν τε καὶ ὁμολογίαν· καὶ μηδενὶ χρόνῳ τοῦ ἁγίου χωρισθῆναι σπουδάζων ἀλλὰ καὶ μετὰ τὸ μαρτύριον συνεῖναι αὐτῷ πιστῶς ἐπειγόμενος ἐπᾶραι αὐτοῦ το ἅγιον λείψανον ἐβουλεύσατο. Δεδιὼς δὲ τὴν Ἀθαναρίχου διαβολικὴν μανίαν, τὰ ἄλση κατέλαβεν ἐν ἀωρίᾳ τῆς νυκτός, ἐν οἷς καὶ τὰ ἅγια σώματα τῶν καλλινίκων ἔρριπτον μαρτύρων· γνωρίζειν τε σαφῶς μὴ προσδοκῶν ἐκ τοῦ πυρὸς τοῖς αἰσθητοῖς αὐτοῦ ὀφθαλμοῖς τὸ ποθούμενον αὐτῷ ἅγιον λείψανον, δέεται τοῦ δεσπότου Θεοῦ καὶ δὴ πνευματικῶς ἔγνω τε καὶ ἀπέλαβεν τοῦτο. Ἀστὴρ γὰρ προπορευόμενος ὡδήγησεν αὐτόν, μέχρις ὅταν ἐπὶ τοῦ τιμίου ἔστη λειψάνου· καὶ οὑτως συνεργίᾳ τοῦ παναγίου πνεύματος τὸ ἅγιον λείψανον τοῦ καλλινίκου Νικήτα πιστῶς ἀπολαβὼν καὶ ἐνστερνισάμενος αὐτὸ καθ’ ὃν καὶ ἐπεθύμει τρόπον, εὗρεν αὐτὸ ὥσπερ ἄρτον ὀπτηθέν· οὐ γὰρ κατετόλμησεν αὐτοῦ τὸ πῦρ, ὥσπερ οὐδὲ τῶν ἁγίων τριῶν παίδων, κἀν εἰ παρευθὺς αὐτὸς εἰς χεῖρας Θεοῦ τὸ πνεῦμα παρέθετο, ἀκέραιον δὲ αὐτον ἡ τοῦ Θεοῦ δύναμις διετήρησεν, καθάπερ ἡμᾶς ἔτι καὶ νῦν ἡ ἀψευδὴς πιστοῦται παράδοσις· ἥτις ὡς πατρῷα κληρονομία καὶ διαδοχή· τοῖς ἀπογόνοις πιστῶς διαφυλαττομένη διηγεῑται αὐτῶν τῶν ἀγαγόντων καὶ δωρησαμένων κοινῇ πᾶσιν ἡμῖν τὸ τίμιον τοῦ ἁγίου μάρτυρος λείψανον.
7. Φασὶν δὲ ὅτι καὶ ἐν γλωσσοκόμῳ φιλοπόνως ἀποθέμενος Μαριανὸς ὁ φιλόχριστος διακομίζει ἐν ταύτῃ τῇ φιλοχρίστῳ Μωψουπόλει μετὰ τήν προγεγραμμένην ὑπατείαν Γρατιυνοῦ τὸ τρίτον καὶ Ἐκκυτίου. Μαρτυρεῖ δὲ καὶ συμφωνεῖ τοῖς χρόνοις μετὰ καὶ τῆς ἐκκλησιαστικῆς ἱστορίας καὶ <τὰ> οἰκειακὰ συμβόλαια Μαριανοῦ τοῦ μακαριωτάτου σῳζόμενα μέχρι καὶ νῦν. Τοῖς δὲ τὸν χρόνον φιλοπόνως πειρωμένοις ἐξετάζειν καὶ τοῦτο ὡς ἐν βραχεῖ λόγῳ γνωριζέσθω. Ἡ Μόψου φιλόχριστος πόλις μηκέτι συμμαχοῡσα φόρον δὲ Ῥωμαίοις ἀρξαμενη ἐν ὑπατείᾳ Καίσαρος τοῦ πρεσβύτου καὶ Λεπίδου ἐχρημάτισεν ἐλευθέρα· καὶ ἦν αὐτὴ ἐπὶ τῶν ὑπάτων τούτων κατὰ τὸν τῆς ἐλευθερίας ἀριθμόν ἔτος πρῶτον τῆς ἑκατοστῆς ὀγδοηκοστῆς δευτέρας Ὀλυμπιάδος· ἐν δὲ τῷ αὐτῷ πρώτῳ ἔτει καὶ Ἰούλιος Καῖσαρ μόναρχος εὑρέθη Ῥωμαίοις, ἀφ’ οὗ καίσαρες· προσθετέον δὲ καὶ τῆς γενικῆς τῶν ἀνθρώπων σωτηρίας τὸ κεφάλαιον. Ἔτους γὰρ πεντακισχιλιοστοῦ καὶ πεντακοσιοστοῦ πρώτου γενέσεως τοῦ κόσμου, ἡ κατὰ σάρκα γέννησις τοῦ δεσπότου Θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ φιλανθρώπως ᾠκονομήθη ἐν ὑπατείᾳ Ὀκταβιανοῦ τὸ τρισκαιδέκατον καὶ Σιλουανοῦ· ἦν δὲ ἔτος τῇ Μωψουπὀλει [ὄγδοον καὶ] τεσσαρακοστόν. Ἠνικα τοίνυν ὁ ἅγιος Νικήτας ἐμαρτύρησεν καὶ τήν Κιλίκων κατέλαμψεν χώραν ἦν ἔτος τῆς Μωψουπόλεως ἕκτον καὶ εἰκοστὸν καὶ τετρακοσιοστόν. Τοῦ δὲ ἁγίου Νικήτα τὸ τίμιον λείψανον οἴκοι τοῦ διασώσαντος, μᾶλλον δὲ διασωθέντος, ἀπετέθη μέχρις ὃταν οἱ κατὰ τὸν Οὐάλεντα τὸν βασιλέα χρόνοι καί ἡ τῶν Ἀρειανῶν αἵρεσις ἐπαύσατο σημεῖά τε πολλὰ καὶ ἐν αὐτῷ εἰργάσατο τῷ οἴκῳ. Ὁπόταν δὲ ἡ κατὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἐπαύσατο ζάλη καὶ ἡ θεοφιλὴς γέγωνεν εἰρήνη, τότε τῶν ἀντίχειρα τοῦ λειψάνου τοῦ ἁγίου πίστει κρατήσαντες, κατατίθενται τὸ τίμιον σῶμα τοῦ ἁγίου Νικήτα μετὰ δόξης καί τιμῆς ὑπὸ τὸ ἅγιον θυσιαστήριον τοῦ πολυυμνήτου αὐτοῦ ναού, τὸ πᾶσιν τοῖς δεομένοις βοηθοῦν καὶ τοὺς ἀσθενεῖς ἱώμενον, μηνὶ σεπτεμβρίῳ πεντεκαιδεκάτῃ, ὅθεν καὶ τὴν ἁγίαν αὐτοῦ ἑορτὴν καὶ ταύτην τὴν ἡμέραν πανηγυρίζοντες τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν ἱκετεύομεν κατὰ νοῦν ἔχοντες τοὺς ἁγίους αὐτοῦ καὶ καλλινίκους μάρτυρας οὓς καὶ πρεσβευτὰς ὄντας πρὸς αὐτὸν ὑπὲρ ἡμῶν ἀνυμνοῦμεν.
8. Ἑτέρῳ δὲ λοιπὸν οὐδενὶ γέγονεν εὐχέρεια τοῦ τιμίου μεταλαβεῖν λειψάνου. Ὁ γὰρ εἰρημένος τῆς ὁσίας μνήμης Αὐξέντιος ἐπίσκοπος ὢν τῆς Μώψου ἐν ἐπιθυμίᾳ γενόμενος γοῦν τίμιον ἀνεγεῖραι ναὸν τῶν ἁγίων καὶ μεγάλων μαρτύρων Ταράχου, Πρόβου καὶ Ἀνδρονίκου, καί τοῦτον περιχαράξας πρὸ των τειχῶν τῆσδε τῆς Μωψουπόλεως, γέγονεν ἐν τῇ Ἀναζαρβαίων μητροπόλει, ἐν ᾗ καὶ αὐτοὶ οἱ ἅγιοι μάρτυρες ἐτελειώθησαν καί κατετέθησαν καὶ λείψανα τῶν ἁγίων μαρτύρων ᾔτησέν τε καὶ ἔλαβεν, εἰ καὶ μετ’ αὑτῶν ἡ ἔνδοξος γέγονεν τούτων κατάθεσις· ἀντίδωρον δὲ καὶ αὐτὸς παρέχειν ὑποσχώμενος ἅγιον λείψανον τοῦ ἁγίου Νικήτα πᾶσαν ἔθετο σπουδήν πληρώσαι τὴν ὑπόσχεσιν. Καὶ ἤδη τὰ πρὸς τὴν χρείαν ἐργαλεῖα καὶ τεχνίτας λαβὼν πονήσας τε πολλὰ σὺν τοῖς παραγενομένοις ἐκ τῆς μητροπόλεως ἐπὶ τοῦτο κληρικοῖς, τὸ μὲν ἐπὶ τὸ θυσιαστήριον ἐπικείμενον τῇ ἁγίᾳ θέσει μάρμαρον ἀνέστησεν καὶ τὸ ἅγιον πάντες ἐθεάσαντο σῶμα, οὕτως ὄν, ὡς ἀνωτέρω ἡ διήγησις ἐδήλωσεν, ἐπᾶραι δὲ αὐτοῦ παντελῶς οὐδεὶς ἠδυνήθη. εἷς γὰρ τῶν συνελθόντων τεχνιτῶν προπετευσάμνεος καὶ ἁψάμενος αὐτοῦ καὶ προσδοκήσας ἀφελέσθαι ἐξ αὐτοῦ μερίδα, ἔμεινεν ἔχων αὐτὴν τὴν ἁψαμένην χεῖραν ξηράν· σεισμός τε ἐπιγενόμενος πολὺς καὶ ἀστραπαὶ φοβερῶς διατρέχουσαι καὶ βροντῶν ἦχος διεκώλυσεν μεταλαβεῖν τινα τοῦ ἁγίου λειψάνου. Αὐξέντιος δὲ ὁ ὁσιώτατος φόβῳ συνεχόμενος ἐκτενῶς τε προσευξάμενος αὐτὴν τὴν ξηρανθεῖσαν χεῖραν τῷ ἁγίῳ λειψάνῳ πιστῶς προσήγαγεν καὶ ἀπέλαβεν αὐτὴν ὑγιῆ· διὸ μετὰ φόβου καὶ τρόμου σπουδάσαντες σκεπάσαι τὸ ἅγιον λείψανον καὶ τὸ μάρμαρον ἐπιθεῖναι, διέρρηξαν τοῦτο κατά τινα μέρη, γνώρισμα φέρον μέχρι καὶ νῦν τῶν τότε συμβεβηκότων διὰ τὴν ταῦτα τῶν πιστευόντων ἡμῶν πληροφορίαν καὶ κατάνυξιν.
9. Τὰ δὲ θαύματα τοῦ ἁγίου μάρτυρος Νικήτα πολλά τε ὄντα καὶ διάφορα καταλειπτέον τοῖς παθοῦσιν αὐτὰ ἐκδιηγεῖσθαι· τίς γὰρ ἂν γένοιτο τῶν ἱαθέντων ῥητορικώτερος; ἀληθείας γὰρ έργον οὐ φράσεώς ἐστιν ἑγκαλλώπισμα τὸ παρὸν μαρτύριον· ἀνάγκη δὲ πᾶσα καὶ συγχωρεῖν τοῖς θαύμασιν τοῦ ἁγίου τὸ κατὰ παντὸς ἔχειν λόγου τὰ νικητήρια, εἰς δόξαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
‘Martyrdom of the holy great martyr Niketas
1. It is good to celebrate the memory of the holy martyrs, good to imitate their piety, and to write their accounts (hypomnēmata), not that they may acquire some additional repute or glory (for what kind of an addition in glory could they receive, whose conduct has reached the fullness of glory? [quoting Gregory of Nazianzus, Oration 15, 2]), but so that those who sing their praises may be glorified, and that the audience may be inspired to emulate their valour – all those faithful and martyr-loving people who have filled this venerable temple of the holy martyr Niketas, which stands by the gates, and celebrate with us this his yearly festival. But, in order to prevent some from having doubts in their thoughts, it is necessary

History
Evidence ID
E01175Saint Name
Niketas the Goth, martyr in the Danube region, ob. 372 : S00711 Niketas, companion of the apostles and martyr in Rome : S01488Saint Name in Source
Νικήτας ΝικήταςRelated Saint Records
Type of Evidence
Literary - Hagiographical - Accounts of martyrdom Literary - Hagiographical - Other saint-related texts Literary - Sermons/HomiliesLanguage
- Greek
Evidence not before
400Evidence not after
600Activity not before
378Place of Evidence - Region
Asia MinorPlace of Evidence - City, village, etc
MopsuestiaPlace of evidence - City name in other Language(s)
Mopsuestia Nicomedia Νικομήδεια Nikomēdeia Izmit Πραίνετος Prainetos NicomediaCult activities - Liturgical Activity
- Service for the Saint
Cult activities - Festivals
- Saint’s feast